προγραφές

Εξώφυλλο: Πλάτων, Πολιτικός (ή Περί της Βασιλείας)

'ΞΕΝΟΣ. [...] ἑπόμενον δὲ οἶμαι τού­τῳ τὴν μὲν ὀρθὴν ἀρχὴν περὶ ἕνα τινὰ καὶ δύο καὶ παντάπασιν ὀλίγους δεῖ ζητεῖν, ὅταν ὀρθή γίγνηται.
ΝΕΟΤΕΡΟΣ ΣΩΚΡΑΤΗΣ. Τί μήν;
ΞΕ. Τούτους δέ γε, ἐάντε ἐκόντων ἄντ’ ἀκόντων ἄρχωσιν, ἐάντε κατὰ γράμματα ἐάντε ἄνευ γραμμάτων, καὶ ἐάν πλουτοῦντες ἤ πενόμενοι, νομιστέον, ὥσπερ νῦν ἡγού­μεθα, κατὰ τέχνην ἡντινοῦν ἀρχὴν ἄρχοντας. τοὺς ἰατροὺς δὲ οὐχ ἥκιστα νενομίκαμεν, ἐάντε ἑκόντας ἐάντε ἄκοντας ἡμᾶς ἰῶνται, τέμνοντες ἤ κάοντες ή τίνα ἄλλην ἀλγηδόνα προσάπτοντες, καὶ ἐὰν κατὰ γράμματα ἤ χωρὶς γραμμάτων, καὶ ἐὰν πένητες ὄντες ἤ πλούσιοι, πάντως οὐδὲν ἧττον ἰατρούς φαμεν, ἕωσπερ ἄν ἐπιστατοῦντες τέχνῃ, καθαίροντες εἴτε ἄλλως ἰσχναίνοντες εἴτε καὶ αὐξάνοντες, ἄν μόνον ἐπ’ ἀγαθῷ τῷ τῶν σωμάτων, βελτίω ποιοῦντες ἐκ χειρόνων, σῴζωσιν οἱ θεραπεύοντες ἕκαστοι τὰ θεραπευόμενα· ταύτῃ θήσομεν, ὡς οἶμαι, καὶ οὐκ ἄλλῃ, τοῦτον ὄρον ὀρθὸν εἶναι μόνον ἰατρικῆς καὶ ἄλλης ἡστινοσοῦν ἀρχῆς.
NE. ΣΩ. Κομιδή μέν οϋν.
ΞΕ. Ἀναγκαῖον δὴ καὶ πολιτειῶν, ὡς ἔοικε, ταύτην ὄρθὴν διαφερόντως εἶναι καὶ μόνην πολιτείαν, ἐν ᾗ τις ἄν εὐρίσκοι τοὺς ἄρχοντας ἀληθῶς ἐπιστήμονας καὶ οὐ δοκοῦντας μόνον, ἐάντε κατὰ νόμους ἐάντε ἅνευ νόμων ἄρχωσι, καὶ ἑκόντων ἤ ἀκόντων, καὶ πενόμενοι ἤ πλοντοῦντες, τούτων ὑπολογιστέον οὐδὲν οὐδαμῶς εἶναι κατ’ οὐδεμίαν ὀρθότητα.
NE. ΣΩ. Καλῶς.
ΞΕ. Και ἐάντε γε ὰποκτεινύντες τινὰς ἢ καὶ ἐκβάλλοντες καθαίρωσιν ἐπ’ ἀγαθῷ τὴν πόλιν, εἴτε καὶ ἀποικίας οἱον σμήνη μελιττῶν ἐκπέμποντές ποι σμικροτέραν ποιῶσιν, ἤ τινας ἐπεισαγόμενοί ποθεν ἄλλους ἔξωθεν πολίτας ποιοῦντες αὐτὴν αὔξωσιν, ἕωσπερ ἄν ἐπιστήμη καὶ τῷ δικαίῳ προσχρώμενοι σῷζοντες ἐκ χείρονος βελτίω ποιῶσι κατὰ δύναμιν, ταύτην τότε καὶ κατὰ τοὺς τοιούτους ὅρους ἡμῖν μόνην ὀρθὴν πολιτείαν εἶναι ῥητέον· ὅσας δ’ ἄλλας λέγομεν, οὐ γνησίας οὐδ’ ὄντως οὔσας λεκτέον, ἀλλά μεμιμημένας ταύτην, ἄς μὲν ὡς εὐνόμους λέγομεν, ἐπὶ τὰ καλλίω, τὰς δὲ ἄλλας ἐπὶ τὰ αἰσχίονα [μεμιμῆσθαι].
NE. ΣΩ. Τὰ μὲν ἄλλα, ὦ ξένε, μετρίως ἔοικεν εἰρῆσθαι· τὸ δὲ καὶ ἄνευ νόμων δεῖν ἄρχειν χαλεπώτερον ἀκούειν ἐρρήθη.
ΞΕ. Μικρόν γε ἔφθης με ἐρόμενος, ὦ Σώκρατες. ἔμελλον γάρ σε διερωτήσειν ταῦτα πότερον ἀποδέχῃ πάντα, ἤ τι καὶ δυσχεραίνεις τῶν λεχθέντων· νῦν δ’ ἤδη φανερόν ὅτι τοῦτο βουλησόμεθα τὸ περὶ τῆς τῶν ἄνευ νόμων ἀρχόντων ὀρθότητος διελθεῖν ἡμᾶς.
NE. ΣΩ. Πῶς γὰρ οὔ;
ΞΕ. Τρόπον τινὰ μέντοι δῆλον ὅτι τῆς βασιλικῆς ἐστιν ἡ νομοθετική· τὸ δ’ ἄριστον οὐ τοὺς νόμους ἐστίν ἰσχύειν ἀλλ’ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν. οἶσθ’ ὅπῃ;
NE. ΣΩ. Πῇ δὴ λέγεις;
ΞΕ. Ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο τό τε ἄριστον καὶ τὸ δικαιότατον ἀκριβῶς πᾶσιν ἅμα περιλαβὼν τὸ βέλτιστον ἐπιτάττειν· αἱ γὰρ ἀνομοιότητες τῶν τε ἀνθρώπων καὶ τῶν πράξεων καὶ τὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν ἄγειν τῶν ἀνθρωπίνων οὐδὲν ἐῳσιν ἁπλοῦν ἐν οὐδενὶ περὶ ἁπάντων καὶ ἐπὶ πάντα τὸν χρόνον ἀποφαίνεσθαι τέχνην οὐδ’ ἡντινοῦν. ταῦτα δὴ συγχωροῦμέν που;
NE. ΣΩ. Τί μήν;
ΞΕ. Τὸν δέ γε νόμον ὁρῶμεν σχεδὸν ἐπ’ αὐτὸ τοῦτο συντείνοντα, ὥσπερ τινὰ ἄνθρωπον αὐθάδη καὶ ἀμαθῆ καὶ μηδένα μηδέν ἐῶντα ποιεῖν παρὰ τὴν ἑαυτοῦ τάξιν, μηδ’ ἐπερωτᾶν μηδένα, μηδ’ ἄν τι νέον ἄρα τῳ συμβαίνῃ βέλτιον παρὰ τὸν λόγον ὅν αὐτὸς ἐπέταξεν.
NE. ΣΩ. Ἀληθῆ· ποιεῖ γὰρ ἀτεχνῶς καθάπερ εἴρηκας νῦν ὁ νόμος ἡμῖν ἑκάστοις.
ΞΕ. Οὐκοῦν ἀδύνατον εὖ ἔχειν πρὸς τὰ μηδέποτε ἁπλᾶ τὸ διὰ παντὸς γιγνόμενον ἁπλοῦν;
NE. ΣΩ. Κινδυνεύει.
ΞΕ. Διὰ τί δή ποτ’ οὖν ἀναγκαῖον νομοθετεῖν, ἐπειδήπερ οὐκ ὀρθότατον ὁ νόμος; ἀνευρετέον τούτου τὴν αἰτίαν.
NE ΣΩ. Τί μήν;
ΞΕ. Οὐκοῦν καὶ παρ’ ὑμῖν εἰσί τινες οἷαι καὶ ἐν ἄλλαις πόλεσιν ἁθρόων ἀνθρώπων ἀσκήσεις, εἴτε πρὸς δρόμον εἴτε πρὸς ἄλλο τι, φιλονικίας ἕνεκα;
NE. ΣΩ. Καὶ πάνυ γε πολλαί.
ΞΕ. Φέρε νῦν ἀναλάβωμεν πάλιν μνήμῃ τάς τῶν τέχνῃ: γυμναζόντων ἐπιτάξεις ἐν ταῖς τοιαύταις ἀρχαῖς.
NE. ΣΩ. Τὸ ποῖον;
ΞΕ. Ὅτι λεπτουργεῖν οὐκ ἐγχωρεῖν ἠγοῦνται καθ’ ἕνα ἕκαστον, τῷ σώματι τὸ προσῆκον ἑκάστῳ προστάττοντες, ἀλλὰ παχύτερον οἴονται δεῖν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ πολλοὺς τὴν τοῦ λυσιτελοῦντος τοῖς σώμασι ποιεῖσθαι τάξιν.
NE. ΣΩ. Καλῶς.
ΞΕ. Διὸ δή γε καὶ ἴσους πόνους νῦν διδόντες ἁθρόοις ἅμα μὲν ἐξορμῶσιν, ἅμα δὲ καὶ δρόμον καὰ πάλης καὶ πάντων τῶν κατὰ τὰ σώματα πόνων.

NE. ΣΩ. Ἔστι ταῦτα.
ΞΕ. Καὶ τὸν νομοθέτην τοίνυν ἡγώμεθα, τὸν ταῖσιν ἀγέλαις ἐπιστατήσοντα τοῦ δικαίου πέρι καὶ τῶν πρὸς ἀλλήλους συμβολαίων, μή ποθ’ ἱκανὸν γενήσεσθαι πᾶσιν ἁθρόοις προστάττοντα ἀκριβῶς ἑνί ἑκάστῳ τὸ προσῆκον ἀποδιδόναι.
NE. ΣΩ. Τὸ γοῦν εἰκός.
ΞΕ. Ἀλλὰ τὸ τοῖς πολλοῖς γε οἶμαι καὶ ὡς ἐπὶ τὸ πολὺ καί πως οὑτωσὶ παχυτέρως ἑκάστοις τὸν νόμον θήσει, καὶ ἐν γράμμασιν ἀποδιδοὺς καὰ ἐν ἀγραμμάτοις, πατρίοις δὲ ἔθεσι νομοθετῶν.
NE. ΣΩ. Ὀρθῶς.
ΞΕ. Ὀρθῶς μέντοι. πῶς γὰρ ἄν τις ἱκανὸς γένοιτ’ ἄν ποτε, ὦ Σώκρατες, ὥστε διὰ βίου ἀεὶ παρακαθήμενος ἑκάστῳ δι’ ἀκριβείας προστάττειν τὸ προσῆκον; ἐπεὶ τοῦτ’ ἄν δυνατὸς ὤν, ὡς οἶμαι, τῶν τὴν βασιλικὴν ὁστισοῦν ὄντως ἐπιστήμην εἰληφότων σχολῇ ποτ’ ἄν ἑαυτῷ θειτ’ ἐμποδίσματα γράφων τοὺς λεχθέντας τούτους νόμους.
NE. ΣΩ. Ἐκ τῶν νῦν γοῦν, ὦ ξένε, είρημένων.
ΞΕ. Μᾶλλον δέ γε, ὦ βέλτιστε, ἐκ τῶν μελλόντων ῥηθήσεσθαι.
NE. ΣΩ. Τίνων δή;
ΞΕ. Τῶν τοιῶνδε. εἴπωμεν γάρ δὴ πρὸς γε ἡμᾶς αὐτοὺς ἱατρόν μέλλοντα ἤ καί τίνα γυμναστικόν ἀποδημεῖν καὶ ἀπέσεσθαι τῶν θεραπευομένων συχνόν, ὡς οἴοιτο χρόνον, μὴ μνημονεύσειν οίηθέντα τὰ προσταχθέντα τοὺς γυμναζομένους ἤ τοὺς κάμνοντας, ὑπομνήματα γράφειν ἄν ἐθέλειν αὐτοῖς, ἤ πῶς;
NE. ΣΩ. Οὔτως.
ΞΕ. Τί δ’ εἰ παρὰ δόξαν ἐλάττω χρόνον ἀποδημήσας ἔλθοι πάλιν; ἄρ’ οὐκ ἄν παρ’ ἐκεῖνα τὰ γράμματα τολμήσειεν ἄλλ’ ὑποθέσθαι, συμβαινόντων ἄλλων βελτιόνων τοῖς κάμνουσι διὰ πνεύματα ἤ τι καὶ ἄλλο παρὰ τὴν ἐλπίδα τῶν ἐκ Διὸς ἑτέρως πως τῶν εὶωθότων γενόμενα, καρτερῶν δ’ ἄν ἡγοῖτο δεῖν μὴ ἐκβαίνειν τἀρχαῖά ποτε νομοθετηθέντα μήτε αὐτὸν προστάττοντα ἄλλα μήτε τὸν κάμνοντα ἕτερα τολμῶντα παρὰ τὰ γραφέντα δρᾶν, ὡς ταῦτα ὄντα ἰατρικά καὶ ὑγιεινά, τὰ δὲ ἑτέρως γιγνόμενα νοσώδη τε καὶ οὐκ ἔντεχνα· ἤ πᾶν τὸ τοιοῦτον ἔν γε ἐπιστήμῃ συμβαῖνον καὶ ἀληθεῖ τέχνῃ περὶ ἅπαντα παντάπασι γέλως ἄν ὁ μέγιστος γίγνοιτο τῶν τοιούτων νομοθετημάτων;
NE. ΣΩ. Παντάπασι μὲν οὖν.
ΞΕ. Τῷ δὲ τὰ δίκαια δή καὶ ἄδικα καὶ καλὰ καὶ αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακὰ γράψαντι καὶ ἄγραφα νομοθετήσαντι ταῖς τῶν ἀνθρώπων ἀγέλαις, ὁπόσαι κατὰ πόλιν ἐν ἑκάσταις νομεύονται κατὰ τοὺς τῶν γραψάντων νόμους, ἄν ὁ μετά τέχνης γράψας ἤ τις ἕτερος ὅμοιος ἀφίκηται, μὴ ἐξέστω δὴ παρὰ ταῦτα ἕτερα προστάττειν; ἤ καὶ τοῦτο τὸ ἀπόρρημα οὐδὲν ἦττον ἄν ἐκείνου τῇ ἀληθείᾳ γελοῖον φαίνοιτο;
NE. ΣΩ. Τὶ μήν;
ΞΕ. Οἴσθ’ οὖν ἐπὶ τῷ τοιούτῳ λόγον τὸν παρὰ τῶν πολλῶν λεγόμενον;
NE. ΣΩ. Οὐκ ἐννοῶ νῦν γ’ οὕτως.
ΞΕ. Καὶ μὴν εὐπρεπής. φασὶ γὰρ δὴ δεῖν, εἴ τις γιγνώσκει παρὰ τοὺς τῶν ἔμπροσθεν βελτίους νόμους, νομοθετεῖν τὴν ἑαυτοῦ πόλιν ἕκαστον πείσαντα, ἄλλως δέ μή.
NE. ΣΩ. Τί οὖν; οὐκ ὀρθῶς;
ΞΕ. Ἴσως. ἄν δ’ οὖν μὴ πείθων τις βιάζηται τὸ βέλτιον, ἀπόκριναι, τί τοὔνομα τῆς βίας ἔσται; μὴ μέντοι πω, περὶ δὲ τῶν ἔμπροσθεν πρότερον.
NE. ΣΩ. Ποῖον δὴ λέγεις;
ΞΕ. Ἄν τις ἄρα μὴ πείθων τὸν ἰατρευόμενον, ἔχων δὲ ὀρθῶς τὴν τέχνην, παρὰ τὰ γεγραμμένα τὸ βέλτιον ἀναγκάζῃ δρᾶν παῖδα ἤ τινα ἄνδρα ἤ καὶ γυναῖκα, τί τοὔνομα τῆς βίας ἔσται ταύτης; ἆρ’ οὐ πᾶν μᾶλλον ἤ τὸ παρὰ τὴν τέχνην λεγόμενον ἁμάρτημα τὸ νοσῶδες; καὶ πάντα ὀρθῶς εἰπεῖν ἔστι πρότερον τῷ βιασθέντι περὶ τὸ τοιοῦτον πλὴν ὅτι νοσώδη καὶ ἄτεχνα πέπονθεν ὑπὸ τῶν βιασαμένων ἰατρῶν;
NE. ΣΩ. Ἀληθέστατα λέγεις.
ΞΕ. Τί δέ ἡμῖν δὴ τὸ παρὰ τὴν πολιτικὴν τέχνην ἁμάρ­τημα λεγόμενόν ἐστιν; ἄρ’ οὐ τὸ αἰσχρόν καὶ [τὸ] κακὸν καὶ ἄδικον;
NE. ΣΩ. Παντάπασί γε.
ΞΕ. Τῶν δὴ βιασθέντων παρὰ τὰ γεγραμμένα καὶ πάτρια δρᾶν ἕτερα δικαιότερα καὶ ἀμείνω καὶ καλλίω τῶν ἔμπροσθεν, φέρε, τὸν τῶν τοιούτων αὖ ψόγον περὶ τῆς τοιαύ­της βίας, ἆρ’, εἰ μέλλει μὴ καταγελαστότατος εἶναι πάντων, πάντ’ αὐτῷ μᾶλλον λεκτέον ἑκάστοτε πλὴν ὡς αἰσχρὰ καὶ ἄδικα καὶ κακὰ πεπόνθασιν οἱ βιασθέντες ὑπὸ τῶν βιασαμένων;
NE. ΣΩ. Ἀληθέστατα λέγεις.
ΞΕ. Ἀλλ’ ἆρα ἐὰν μὲν πλούσιος ὁ βιασάμενος ᾖ, δίκαια, ἄν δ’ ἄρα πένης, ἄδικα τὰ βιασθέντα ἐστίν; ἤ κἄν πείσας κἄν μὴ πείσας τις, πλούσιος ἤ πένης, ἤ κατὰ γράμματα ἤ παρὰ γράμματα, δρᾷ [μὴ σύμφορα ἤ] σύμφορα, τοῦτον δεῖ καὶ περὶ ταῦτα τὸν ὅρον εἶναι τόν γε ἀληθινώτατον ὀρθῆς πόλεως διοικήσεως, ὅν ὁ σοφὸς καὶ ἀγαθὸς ἀνὴρ διοικήσει τὸ τῶν ἀρχομένων; ὥσπερ ὁ κυβερνήτης τὸ τῆς νεὼς καὶ ναυτῶν ἀεὶ συμφέρον παραφυλλάττων, οὐ γράμματα τιθείς ἀλλὰ τὴν τέχνην νόμον παρεχόμενος, σῲζει τοὺς συνναύτας, οὕτω καὰ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον παρὰ τῶν οὕτως ἄρχειν δυναμένων ὀρθὴ γίγνοιτ’ ἄν πολιτεία, τὴν τῆς τέχνης ῥώμην τῶν νόμων παρεχομένων κρείττω; καὶ πάντα ποιοῦσι τοῖς ἔμφροσιν ἄρχουσιν οὐκ ἔστιν ἁμάρτημα, μέχριπερ ἀν μέγα φυλάττωσι, τὸ μετὰ νοῦ καὶ τέχνης δικαιότατον ἀεὶ διανέμοντες τοῖς ἐν τῇ πόλει σῳζειν τε αὐτοὺς οἷοί τε ὦσιν καὶ ἀμείνους ἐκ χειρόνων ἀποτελεῖν κατὰ τὸ δυνατόν;
NE. ΣΩ. Οὐκ ἔστ’ ἀντειπεῖν παρά γε ἅ νῦν εἴρηται.
ΞΕ. Καὶ μὴν πρὸς ἐκεῖνα οὐδὲ ἀντιρρητέον.
NE. ΣΩ. Τὰ ποῖα εἶπες;
ΞΕ. Ὡς οὐκ ἄν ποτε πλῆθος οὐδ’ ὡντινωνοῦν τὴν τοιαύτην λαβὸν ἐπιστήμην οἷόν τ’ ἄν γένοιτο μετὰ νοῦ διοικεῖν πόλιν, ἄλλὰ περὶ σμικρόν τι καὶ ὀλίγον καὶ τὸ ἕν ἐστι ζητητέον τὴν μίαν ἐκείνην πολιτείαν τὴν ὀρθήν, τὰς δ’ ἄλλας μιμήματα θετέον, ὥσπερ καὶ ὀλίγον πρότερον ἐρρήθη, τὰς μὲν ἐπὶ τὰ καλλίονα, τὰς δ’ ἐπὶ τὰ αἰσχίω μιμούμενας ταύτην.
NE. ΣΩ. Πῶς τί τοῦτ’ εἴρηκας; ουδὲ γὰρ ἄρτι δῆθεν κατέμαθον τὸ περὶ τῶν μιμημάτων.
ΞΕ. Καὶ μὴν οὐ φαῦλόν γε, ἄν κινήσας τις τοῦτον τὸν λόγον αὐτοῦ καταβάλῃ καὶ μὴ διελθὼν ἐνδείξηται τὸ νῦν γιγνόμενον ἁμάρτημα περὶ αὐτό.
NE. ΣΩ. Ποῖον δή;
ΞΕ. Τοιόνδε τι δεῖ γε ζητεῖν, οὐ πάνυ σύνηθες οὐδὲ ῥᾲδιον ἰδεῖν· ὅμως μὴν πειρώμεθα λαβεῖν αὐτό. φέρε γάρ· ὀρθῆς ἡμῖν μόνης οὔσης ταύτης τῆς πολιτείας ἥν εἰρήκαμεν, οἶσθ’ ὅτι τὰς ἄλλας δεῖ τοῖς ταύτης συγγράμμασι χρωμένας οὕτω σῲζεσθαι, δρώσας τὸ νῦν ἐπαινούμενον, καίπερ οὐκ ὀρθότατον ὄν;
NE. ΣΩ. Τὸ ποῖον;
ΞΕ. Τὸ παρὰ τοὺς νόμονς μηδὲν μηδένα τολμᾶν ποιεῖν τῶν ἐν τῇ πόλει, τὸν τολμῶντα δὲ θανάτῳ ζημιοῦσθαι καὶ πᾶσι τοῖς ἐσχάτοις. καὶ τοῦτ’ ἔστιν ὀρθότατα καὶ κάλλιστ’ ἔχον ὡς δεύτερον, ἐπειδὰν τὸ πρῶτόν τις μεταθῇ τὸ νυνδὴ ῥηθέν [...]'

*

'ΞΕΝΟΣ: […] Κατά συνέπεια, νομίζω, την ορθή διακυβέρνηση πρέπει να την αναζητούμε σε έναν μόνο ή σε δύο ή σε πολύ λίγους, όταν είναι σωστή.
ΝΕΟΤΕΡΟΣ ΣΩΚΡΑΤΗΣ: Και βέβαια.
ΞΕ. Αυτούς όμως, είτε κυβερνούν με τη θέληση των υπηκόων τους είτε όχι, είτε σύμφωνα με γραπτούς νόμους είτε όχι, είτε είναι πλούσιοι είτε φτωχοί, πρέπει να τους θεωρούμε, όπως και τώρα κάνουμε, άρχοντες, όποια εξουσία κι αν ασκούν με τέχνη. Αλλά και τους γιατρούς τους θεωρούμε το ίδιο γιατρούς, είτε μας θεραπεύουν με τη θέλησή μας είτε χωρίς να θέλουμε, κάνοντας εγχειρήσεις καυτηριάζοντας ή εφαρμόζοντας κάποια άλλη επώδυνη θεραπεία, είτε ακολουθούν γραπτές οδηγίες είτε όχι, είτε είναι φτωχοί είτε πλούσιοι·ωστόσο τους αποκαλούμε οπωσδήποτε γιατρούς, εφόσον καθοδηγούν σύμφωνα με την ιατρική τέχνη, παρέχοντας καθαρτικά ή μειώνοντας το βάρος μας με άλλο τρόπο ή και αυξάνοντάς το με μόνο σκοπό το καλό του σώματος, βελτιώνοντας την κατάστασή του, και εφόσον όλοι οι θεράποντες διαφυλάσσουν την υγεία των θεραπευομένων. Με αυτό τον τρόπο και με κανέναν άλλο, νομίζω, θα θεωρήσουμε ότι αυτός είναι ο σωστός ορισμός της ιατρικής και οποιασδήποτε άλλης εξουσίας.
ΝΕ. ΣΩ. Βεβαιότατα.
ΞΕ. Αναγκαστικά λοιπόν και από τα πολιτεύματα, καθώς φαίνεται, εκείνο είναι αποκλειστικά και μόνο ορθό, στο οποίο θα μπορεί καθένας να βρει τους άρχοντες πραγματικούς και όχι μόνο φαινομενικούς επιστήμονες, είτε κυβερνούν με νόμους είτε χωρίς νόμους, με τη θέληση των πολιτών ή παρά τη θέλησή τους, είτε είναι φτωχοί είτε πλούσιοι·τίποτε αυτά δεν πρέπει να υπολογίζουμε καθόλου κατά την εκτίμηση της ορθότητας του πολιτεύματος.
ΝΕ. ΣΩ. Σωστά.
ΞΕ. Και αν ακόμα φονεύοντας μερικούς ή και εξορίζοντάς τους εξυγιαίνουν την πόλη για το καλό της, είτε την κάνουν μικρότερη στέλνοντας κάπου αποικίες σαν σμήνη μελισσών ή την αυξάνουν φέρνοντας από κάπου έξω άλλους και κάνοντάς τους πολίτες, εφόσον, χρησιμοποιώντας την επιστήμη και τη δικαιοσύνη, τη διασώζουν και από χειρότερη την κάνουν καλύτερη όσο είναι δυνατόν, τότε και με αυτές τις συνθήκες πρέπει να πούμε ότι το πολίτευμα είναι σωστό. Όλα τα άλλα που λέμε δεν πρέπει να τα αποκαλέσουμε γνήσια ούτε πραγματικά, αλλά να πούμε ότι έχουν μιμηθεί αυτό·όσα έχουν ευνομία έχουν μιμηθεί τα καλύτερα στοιχεία του, ενώ τα άλλα χειρότερά του.
ΝΕ. ΣΩ. Τα υπόλοιπα, ξένε, μου φαίνεται ότι ειπώθηκαν σωστά·αλλά ότι και χωρίς νόμους πρέπει κανείς να κυβερνά, είναι κάπως δυσάρεστο να το ακούει κάποιος.
ΞΕ. Μόλις που πρόλαβες να με ρωτήσεις, Σωκράτη. Γιατί σκόπευα να σε ρωτήσω πρώτα αν αποδέχεσαι όλα αυτά ή μήπως δυσαρεστήθηκες με κάποιο από τα λεγόμενα·τώρα πια είναι φανερό ότι θα θελήσουμε να εξετάσουμε διεξοδικά το θέμα της ορθότητας της διακυβέρνησης χωρίς νόμους.
ΝΕ. ΣΩ. Βέβαια.
ΞΕ. Είναι φανερό λοιπόν πως η νομοθεσία είναι κατά κάποιο τρόπο έργο του βασιλιά· ωστόσο το καλύτερο δεν είναι να έχουν ισχύ νόμοι αλλά ο βασιλιάς ο προικισμένος με φρόνηση. Ξέρεις γιατί;
ΝΕ. ΣΩ. Γιατί;
ΞΕ. Διότι δεν θα μπορούσε ποτέ ο νόμος να συμπεριλάβει το καλύτερο και ταυτόχρονα το δικαιότερο για όλους με ακρίβεια, έτσι ώστε να εκδίδει τις πιο ωφέλιμες διαταγές·γιατί οι διαφορές των ανθρώπων και των πράξεων και το γεγονός ότι κανένα από τα ανθρώπινα πράγματα, θα μπορούσε να πει κανείς, δε μένει ήσυχο, δεν επιτρέπουν καθόλου σε μια οποιαδήποτε τέχνη να βγάζει για ένα ζήτημα κάποιο απλό κανόνα που να ισχύει για όλες τις περιπτώσεις και για πάντα. Συμφωνούμε σ’ αυτά φαντάζομαι.
ΝΕ. ΣΩ. Και βέβαια.
ΞΕ. Βλέπουμε λοιπόν ότι ο νόμος τείνει σχεδόν σε τούτο ακριβώς, όπως κάποιος άνθρωπος αυθάδης και αμαθής που δεν επιτρέπει σε κανένα να κάνει κάτι εναντίον των διαταραχών του και ούτε να τον ρωτά κανείς, ακόμα κι αν παρουσιάζεται σε μια περίπτωση κάποια καλύτερη κατάσταση αντίθετα με τις διαταγές που ο ίδιος έδωσε.
ΝΕ. ΣΩ. Αλήθεια· γιατί ο νόμος ενεργεί για τον καθένα από μας ακριβώς όπως είπε τώρα.
ΞΕ. Είναι λοιπόν αδύνατο εκείνο το οποίο παραμένει πάντοτε απόλυτο να προσαρμόζεται σε κείνα που δεν ήταν ποτέ απόλυτα;
ΝΕ. ΣΩ. Σχεδόν.
ΞΕ. Γιατί λοιπόν είναι αναγκαίο να νομοθετούν, αφού ο νόμος δεν είναι κάτι το απόλυτα σωστό; Πρέπει να βρούμε την αιτία γι’ αυτό.
ΝΕ. ΣΩ. Συμφωνώ.
ΞΕ. Υπάρχουν λοιπόν και σε σας όπως και στις άλλες πόλεις κάποιες ασκήσεις για όλους μαζί τους ανθρώπους είτε για τον αγώνα δρόμου είτε για κάτι άλλο, που έχουν σκοπό την άμιλλα;
ΝΕ. ΣΩ. Και μάλιστα πολλές.
ΞΕ. Ας επαναφέρουμε λοιπόν τώρα στη μνήμη μας τις οδηγίες των γυμναστών σύμφωνα με αυτές τις αρχές.
ΝΕ. ΣΩ. Ποιες οδηγίες;
ΞΕ. Νομίζουν ότι δεν επιτρέπεται να εισέρχονται σε λεπτομέρειες για την καθεμία περίπτωση, διατυπώνοντας τα παραγγέλματα που ταιριάζουν στον κάθε άνθρωπο, αλλά πιστεύουν ότι πρέπει σε γενικές γραμμές για τις περισσότερες περιπτώσεις και τους περισσότερους να εκδίδουν παραγγέλματα που ωφελούν τα σώματα.
ΝΕ. ΣΩ. Σωστά.
ΞΕ. Γι’ αυτό βέβαια επιβάλλουν σε όλους μαζί τους ίδιους κόπους και τους κάνουν συγχρόνως να αρχίζουν και συγχρόνως να σταματούν το τρέξιμο, την πάλη και όλες τις σωματικές ασκήσεις.
ΝΕ. ΣΩ. Έτσι είναι.
ΞΕ. Ας θεωρήσουμε λοιπόν ότι ο νομοθέτης, που θα καθορίσει τις υποχρεώσεις των υπηκόων του απέναντι στη δικαιοσύνη και στις μεταξύ τους συναλλαγές, δεν θα γίνει ποτέ ικανός, εκδίδοντας διαταγές για όλους μαζί, να εφαρμόσει για το κάθε άτομο τον συγκεκριμένο κανόνα που του ταιριάζει.
ΝΕ. ΣΩ. Φυσικά.
ΞΕ. Αντίθετα, νομίζω, θα θεσπίσει νόμο ο οποίος θα ταιριάζει στους πολλούς για τις περισσότερες περιπτώσεις και κατά κάποιο τρόπο σε γενικές γραμμές για τον καθένα, φτιάχνοντας γραπτούς νόμους ή χωρίς να τους γράφει, δίνοντας ισχύ νόμου στα πατροπαράδοτα έθιμα.
ΝΕ. ΣΩ. Σωστά.
ΞΕ. Και βέβαια σωστά. Πώς θα ήταν δυνατόν ποτέ, Σωκράτη, να γίνει κάποιος ικανός ώστε να κάθεται συνέχεια σε όλη του τη ζωή δίπλα στον καθένα και να του καθορίζει με ακρίβεια τι πρέπει να κάνει; Γιατί, κατά τη γνώμη μου, αν κάποιος από αυτούς που κατέχουν πράγματι τη βασιλική επιστήμη ήταν ικανός σε αυτό, δεν θα εμποδιζόταν ποτέ να γράφει τους νόμους που είπαμε.
ΝΕ. ΣΩ. Και βέβαια, ξένε, σύμφωνα τουλάχιστον με όσα έχουμε πει.
ΞΕ. Και ακόμα περισσότερο , φίλε μου, σύμφωνα με όσα πρόκειται να πούμε.
ΝΕ. ΣΩ. Τι δηλαδή;
ΞΕ. Τα ακόλουθα. Ας αναρωτηθούμε εμείς οι ίδιοι, αν κάποιος γιατρός ή κάποιος δάσκαλος της γυμναστικής επρόκειτο να φύγει από την πόλη και να απομακρυνθεί πολύ καιρό, όπως νομίζει, από τα άτομα που φρονίζει, αν πίστευε ότι οι μαθητές του ή οι άρρωστοι δεν θα θυμούνται τις εντολές του, θα ήθελε να τους αφήσει γραπτές παραγγελίες ή τι άλο θα έκανε;
ΝΕ. ΣΩ. Έτσι θα έκανε.
ΞΕ. Και τι θα έκανε, αν έλειπε λιγότερο καιρό απ’ ό,τι φανταζόταν και ξαναγυρνούσε; Δεν θα τολμούσε άραγε να δώσει άλλες εντολές αντίθετες με εκείνες τις γραπτές παραγγελίες, αν συνέβαιναν άλλες ευνοϊκότερες περιστάσεις στους αρρώστους εξαιτίας των ανέμων ή εξαιτίας κάποιας άλλης ανέλπτιστης μεταβολής προερχόμενης από τον Δία, που συνέβη κατά κάποιο τρόπο διαφορετικό από το συνηθισμένο; Αντίθετα θα επέμενε, θα νόμιζε ότι πρέπει να μην παραβαίνουν τις παλιές εντολές που έδωσε κάποτε, ούτε και αυτός ο ίδιος να δίνει άλλες οδηγίες ούτε και ο πάσχων να τολμά αλλά διαφορετικά από τις γραπτές εντολές, με την ιδέα ότι αυτές οι εντολές είναι σύμφωνες με την ιατρική και κατάλληλες για την υγεία είναι σύμφωνες με την ιατρική και κατάλληλες για την υγεία, ενώ όλες οι άλλες διαταγές βλάπτουν και δεν είναι σύμφωνες με την ιατρική επιστήμη; Ή μήπως κάθε τέτοια συμπεριφορά, αν συνέβαινε στην περίπτωση της επιστήμης και της πραγματικής τέχνης, θα προκαλούσε σε κάθε περίπτωση πολύ γέλιο για τέτοια νομοθετήματα;
ΝΕ. ΣΩ. Και βέβαια.
ΞΕ. Αλλά σε κείνον που έγραψε νόμους δίκαιους και άδικους, καλούς και αισχρούς, αγαθούς και κακούς και θέσπισε νόμους άγραφους για τις αγέλες των ανθρώπων, όσες ζουν σε κάθε πολη σύμφωνα με τους νόμους εκείνων που τους έγραψαν, δεν πρέπει να επιτρέπεται, αν έλθει ο επιστήμονας νομοθέτης ή κάποιος παρόμοιος, να εκδίδει αυτός άλλα παραγγέλματα διαφορετικά από τα πρώτα; Ή μήπως η απαγόρευση στην περίπτωση αυτή θα φαινόταν πραγματικά το ίδιο γελοία όπως και στην προηγούμενη περίπτωση;
ΝΕ. ΣΩ. Και βέβαια.
ΞΕ. Γνωρίζεις λοιπόν τι λένε σχετικά με αυτό το θέμα οι περισσότεροι άνρωποι;
ΝΕ. ΣΩ. Δεν το θυμάμαι αυτή τη στιγμή.
ΞΕ. Αυτό που λένει είναι σωστό. Λένε δηλαδή ότι πρέπει, αν κάποιος γνωρίζει νόμους καλύτερους από τους προηγούμενους, να τους θεσπίσει στην πόλη του, αφού πείσει τον κάθε πολίτη, αλλιώς όχι.
ΝΕ. ΣΩ. Τι λοιπόν; Δεν νομίζεις ότι αυτό είναι σωστό;
ΞΕ. Ίσως. Αν όμως κάποιος, χωρίς να πείθει τους πολίτες, επιβάλλει με τη βία το καλύτετο, πες μου ποιο όνομα θα πάρει αυτή η άσκηση βίας; Μη μου απαντάς ακόμα, αλλά ας επανέλθουμε πρώτα στα προηγούμενα.
ΝΕ. ΣΩ. Τι θέλεις να πεις;
ΞΕ. Αν κάποιος γιατρός δεν πείθει τον άρρωστό του, ενώ από την άλλη πλευρά κατέχει σωστά την τέχνη του, αλλά αναγκάζει κάποιο παιδί ή κάποιον άνδρα ή κάποια γυναίκα να κάνει τω ωφελιμότερο αντίθετα με τις γραπτές οδηγίες, ποιο όνομα θα πάρει αυτός ο εξαναγκασμός; Άραγε δεν θα πάρει κάθε άλλο όνομα εκτός από το όνομά του επιζήμιου σφάλματος ενάντια στην τέχνη; Και αυτός που αναγκάστηκε σε αυτό είναι δικαιολογημένος να πει οτιδήποτε, εκτός από το ότι υπέστη βλαβερές και αντιεπιστημονικές πράξεις από τους γιατρούς που τον εξανάγκασαν;
ΝΕ. ΣΩ. Πολύ σωστά μιλάς.
ΞΕ. Πώς λοιπόν αποκαλούμε το σφάλμα κατά της πολιτικής τέχνης; Δεν το χαρακτηρίζουμε άραγε αισχρό, κακό και άδικο;
ΝΕ. ΣΩ. Ασφαλώς.
ΞΕ. Ας δούμε τώρα το παράξενο εκείνων που αναγκάστηκαν να παραβούν τους γραπτούς νόμους και τα πατροπαράδοτα και να κάνουν άλλα δικαιότερα, ωφελιμότερα και καλύτερα από τα προηγούμενα· άραγε, αν το παάπονο τούτο πρόκειται να μην είναι το πιο άξιο εμπαιγμού από όλα, πρέπει να πούμε γι’ αυτό σε κάθε περίπτωση οτιδήποτε άλλο εκτός από το ότι όσοι εξαναγκάστηκαν έπαθαν αισχρά, άδικα και κακά από εκείνους που τους εξανάγκασαν;
ΝΕ. ΣΩ. Αυτό είναι μεγάλη αλήθεια.
ΞΕ. Άραγε είναι δίκαια η βία, αν αυτός που τη χρησιμοποιεί είναι πλούσιος, και άδικη, αν ασκείται από φτωχό; Ή αν κάποιος άρχοντας με την πειθώ ή όχι, πλούσιος ή φτωχός, σύμφωνα με τους γραπτούς νόμους ή εναντίον αυτών, κάνει πράγματα ωφέλιμα, πρέπει αυτό να είναι ο γνησιότερος τύπος σωστής διοίκησης της πόλης, σύμφνωα με τον οποίο ο σοφός και αγαθός άνδρας θα κυβερνήσει τους υπηκόους του; Όπως ακριβώς ο κυβερνήτητς του πλοίου, προσέχοντας πάντα το συμφέρον του πλοίου και των ναυτών, χωρίς να φτιάξει γραπτές παραγγελίες αλλά χρησιμοποιώντας ως νόμο την τέχνη του, σώσει τους συντρόφους του, έτσι και με τον ίδιο ακριβώς τρόπο είναι δυνατό να δημιουργηθεί σωστό πολίτευμα από αυτούς που έχουν τη δυνατότητα να κυβερνούν με αυτόν τον τρόπο, θεωρώντας τη δύναμη της τέχνης τους ισχυρότερη από τους νόμους; Και δεν είναι αλήθεια ότι δεν σφάλλουν οι φρόνιμοι άρχοντες, οτιδήποτε κι αν κάνουν, εφόσον εκπληρώνουν ένα σπουδαίο κανόνα, απονέμουν δηλαδή πάντοτε στους πολίτες απόλυτη δικαιοσύνη βασισμένη στη λογική και στη γνώση, και εφόσον είναι ικανοί να σώζουν αυτούς και να τους κάνουν όσο το δυνατόν καλύτερους;
ΝΕ. ΣΩ. Δεν μπορεί κανείς να φέρει αντίρρηση σε όσα ειπώθηκαν;
ΞΕ. Αλλά ούτε και σ’ εκείνα πρέπει να φέρει κάποιος αντίρρηση.
ΝΕ. ΣΩ. Ποια εννοείς;
ΞΕ. Ότι οποιοδήποτε πλήθος ανθρώπων, αν κατείχε τέτοιου είδους επιστήμη, δεν θα μπορούσε ποτέ να διοικεί την πόλη λογικά και ότι αντίθετα το μόνο σωστό πολίτευμα πρέπει να το αναζητήσουμε σε ένα μικρό αριθμό, σε λίγους και σε έναν, ενώ τα άλλα πρέπει να τα θεωρήσουμε απομιμήσεις, όπως είπαμε και λίγο πριν, άλλα απομιμήσεις των καλύτερων στοιχείων και άλλα των χειρότερων.
ΝΕ. ΣΩ. Πώς το εννοείς αυτό που είπες; Γιατί νομίζω ότι ούτε και πριν κατάλαβα αυτό για τις απομιμήσεις.
ΞΕ. Κι όμως δεν είναι ασήμαντο, αν κάποιος, αφού ξεκινήσει αυτή τη συζήτηση, την αφήσει εκεί που την άρχισε και δεν αποδείξει λεπτομερώς το σφάλμα που γίνεται τώρα γύρω από αυτό.
ΝΕ. ΣΩ. Ποιο σφάλμα;
ΞΕ. Πρέπει να αναζητούμε κάτι που δεν είναι πολύ συνηθισμένο ούτε και εύκολο να το ανακαλύψουμε· ωστόσο ας προσπαθήσουμε να το καταλάβουμε. Εμπρός λοιπόν· αφού μόνο αυτό το πολίτευμα που είπαμε είναι κατά τη γνώμη μας σωστό, γνωρίζεις ότι τα άλλα πρέπει χρησιμοποιώντας τους γραπτούς νόμους να σώζονται κατ’ αυτόν τον τρόπο, αν πράττουν αυτό που επαινούμε τώρα, ακόμα κι αν δεν είναι πολύ σωστό;
ΝΕ. ΣΩ. Ποιο;
ΞΕ. Το να μην τολμά κανείς από τους πολίτες να κάνει τίποτε εναντίον των νόμων, ενώ όποιος τολμά να τιμωρείται με θάνατο και με όλες τις βαρύτερες ποινές. Και αυτό είναι δικαιότατο και ωραιότατο ως δεύτερο, όταν παραμεριστεί το πρώτο, που μόλις είπαμε [...]΄

Πλάτων, Πολιτικός (ή Περί της Βασιλείας), μτφρ. Φιλολογική Ομάδα Κάκτου, εκδ. Κάκτος

· · ·

↑